Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.140 Dem. 19.144 (English) >>Dem. 19.147

19.142τοῖς μὲν δὴ Θηβαίοις ταῦτʼ ἐκ τῆς εἰρήνης γέγονεν, ὧν οὐδʼ ἂν εὔξαιντο δήπου μείζονα· τοῖς δὲ πρέσβεσι τοῖς τῶν Θηβαίων τί; οὐδὲν πλὴν τὸ τούτων αἰτίοις γεγενῆσθαι τῇ πατρίδι· τοῦτο δὲ καλόν, ἄνδρες Ἀθηναῖοι, καὶ σεμνὸν εἰς ἀρετῆς λόγον καὶ δόξης, ἣν οὗτοι χρημάτων ἀπέδοντο. ἀντιθῶμεν δὴ τί τῇ τῶν Ἀθηναίων πόλει γέγονεν ἐκ τῆς εἰρήνης, καὶ τί τοῖς πρέσβεσι τοῖς τῶν Ἀθηναίων, καὶ θεωρεῖτʼ εἰ παραπλήσια τῇ πόλει καὶ τούτοις αὐτοῖς. 19.143τῇ πόλει μὲν τοίνυν ἀφεστηκέναι μὲν ἁπάντων καὶ τῶν κτημάτων καὶ τῶν συμμάχων, ὀμωμοκέναι δὲ Φιλίππῳ, κἂν ἄλλος τις ἴῃ ποτʼ ἐπʼ αὐτὰ βουλόμενος σῴζειν, ὑμᾶς κωλύσειν καὶ τὸν μὲν ὑμῖν βουλόμενον παραδοῦναι ἐχθρὸν ἡγήσεσθαι καὶ πολέμιον, τὸν δʼ ἀπεστερηκότα σύμμαχον καὶ φίλον. 19.144ταῦτα γάρ ἐσθʼ συνεῖπε μὲν Αἰσχίνης οὑτοσί, ἔγραψε δʼ τούτου συνεργὸς Φιλοκράτης· καὶ κρατοῦντος ἐμοῦ τὴν προτέραν ἡμέραν, καὶ πεπεικότος ὑμᾶς τὸ τῶν συμμάχων δόγμα κυρῶσαι καὶ καλέσαι τοὺς πρέσβεις τοὺς τοῦ Φιλίππου, ἐκκρούσας οὗτος εἰς τὴν ὑστεραίαν τὴν Φιλοκράτους γνώμην ἔπεισεν ἑλέσθαι, ἐν καὶ ταῦτα καὶ πόλλʼ ἄλλʼ ἔτι τούτων δεινότερʼ ἐστὶ γεγραμμένα. 19.145τῇ μὲν δὴ πόλει ταῦτʼ ἐκ τῆς εἰρήνης γέγονεν, ὧν οὐδʼ εὑρεῖν αἰσχίω ῥᾴδιον· τοῖς δὲ πρέσβεσιν τί τοῖς ταῦτα πράξασιν; τὰ μὲν ἄλλα σιωπῶ πάνθʼ, ὅσʼ ἑοράκαθʼ ὑμεῖς, οἰκίας, ξύλα, πυρούς, ἀλλʼ ἐν τῇ τῶν ἀπολωλότων συμμάχων χώρᾳ κτήματα καὶ γεωργίαι παμπληθεῖς, Φιλοκράτει μὲν τάλαντον ἔχουσαι πρόσοδον, τούτῳ δὲ Αἰσχίνῃ τριάκοντα μνᾶς.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.140 Dem. 19.144 (English) >>Dem. 19.147

Powered by PhiloLogic